click below
click below
Normal Size Small Size show me how
A-Level Greek
Odyssey 16: Lines 301-325
| Term | Definition |
|---|---|
| εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτ᾽ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, | If you are truly mine and are of our blood, then let no-one hear of Odysseus being inside, |
| μήτ᾽ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης μήτε τις οἰκήων μήτ᾽ αὐτὴ Πηνελόπεια, ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν: | Let neither Laertes know the fact, not the swineherd, nor any of the servants and not even Penelope herself, but both you and I alone will ascertain the attitude of the women: |
| καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, ἠδ᾽ ὅτις οὐκ ἀλέγει, σὲ δ᾽ ἀτιμᾷ τοῖον ἐόντα.' | And so that we might still make a trial of one of the male servants, to see who honours and fears us in his heart, and who doesn't care, and dishonours you being such.' |
| τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός ‘ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ᾽, ὀΐω, γνώσεαι: οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ᾽ ἔχουσιν: | And, replying, the radiant son addressed him: "O' father, indeed you will know, I think, my heart and mind: for thoughtlessness does not hold me at all: |
| ἀλλ᾽ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι: σὲ δὲ φράζεσθαι ἄνωγα. | But indeed I think that this plan won't be profitable for both us: and I urge you to reconsider. |
| δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος: τοὶ δ᾽ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ. | For you will go in this manner, making trial of each man, for a long time, visiting the farms: but the men at ease in your palace are devouring your possessions insolently and without restraint. |
| ἀλλ᾽ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν: | But indeed I urge you to learn about the women, they who both dishonour you and are guiltless: |
| ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλ᾽ ὕστερα ταῦτα πένεσθαι, εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.' | But I would not want us to make a trial of the men throughout the farmsteads, but to toil about these matters later, if you truly know any omens of aegis-bearing Zeus." |
| ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. | So they spoke to each other about such things, and then the well-built ship was brought to Ithaca, the one which had brought Telemachus and all his companions from Pylos. |
| οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν, | And when indeed they arrived inside the deep harbour, they drew up the black ship onto the shore, |