click below
click below
Normal Size Small Size show me how
A-Level Greek
Odyssey 16: Lines 251-275
| Term | Definition |
|---|---|
| ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. | And from Ithaca herself twelve, all the best, and with them are Medon the herald and a divine bard and two attendants, skilled in carving meat. |
| τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. | If, being inside, we would meet them all, I fear that you would take vengeance on their violence very bitterly and lamentably, having come. |
| ἀλλὰ σύ γ᾽, εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι, φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.' | But you, if you can think of a certain helper, think, who might help us both with a willing mind." |
| τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: ‘τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον: | And much enduring, godly Odysseus in turn replied to him: "Indeed I shall speak, and you will listen to me and take heed: |
| καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ ἀρκέσει, ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.' τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: | And consider whether Athena, with her father Zeus, will assist us both, or I will think of another helper." And wise Telemachus in turn spoke to him in reply: |
| ‘ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω: ὥ τε καὶ ἄλλοις ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.' | "Good indeed are these two helpers, whom you mention, sitting high in the clouds: who rule both other men and the immortal gods." |
| τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: ‘οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. | And in much enduring, godly Odysseus in turn replied to him: "Indeed that pair will not be distant from the mighty battle cry much longer, when the might of Ares is judged between us and the suitors in my palace. |
| ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει: | But now you must go homewards together with dawn approaching, and mingle with the overbearing suitors: |
| αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. | But later the swineherd will lead me to the town, resembling a sorry beggar and an old man. |
| εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, | But if they mistreat me throughout the house, let your dear heart endure in your chest when I suffer badly, |