click below
click below
Normal Size Small Size show me how
A-Level Greek
Odyssey 16: 401-425
| Term | Definition |
|---|---|
| 'ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον: δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν κτείνειν: ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. | "O' friends, I would not want to kill Telemachus: it is a terrible thing to kill a member of a kingly race. But let us first enquire about the plans of the gods. |
| εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω: εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.' | If the oracles of mighty Zeus approve, I myself shall kill him and order others to: but if the gods turn away, I order you to cease." |
| ὣς ἔφατ᾽ Ἀμφίνομος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος. αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. | Amphinomus spoke as such, and his plan pleased the others. Then, immediately, they stood up and went into the home of Odysseus, and having come they sat upon the polished chairs. |
| ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια, μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. | But wise Penelope herself intended to appear among the suitors, having excessive arrogance. |
| πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον: κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. | For she had learnt of the (threatened) destruction of her son in the palace: for the herald Medon, who had learnt about the plans, told her. And she went to go to the palace with her attending women. |
| ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, | But when she, divine among women, arrived among the suitors, she stood beside the doorway of the strongly made hall, |
| ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν: | Holding a glistening veil in front of her cheeks, she reproached Antinous with her words, and she spoke and named him out: |
| 'Ἀντίνο᾽, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ἐν δήμῳ Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον βουλῇ καὶ μύθοισι: σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα. | "Antinous, having hubris, deviser of evil, and they say that you are the best of those amongst your age in the deme of Ithaca in regard to your counsel and words! But you have not been as such. |
| μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδ᾽ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. | Greedy-hearted, why are you sewing together death and (ill) fate for Telemachus, and not caring for your suppliants, whom Zeus is the patron of? Nothing holy, but you sew together evils amongst each other. |
| ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, | Do you not know that your father came here as a fugitive, fearing the people? Indeed, they were very angry, |