click below
click below
Normal Size Small Size show me how
A-Level Greek
Odyssey 16: 351-375
| Term | Definition |
|---|---|
| οὔ πω πᾶν εἴρηθ᾽, ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, | But before everything was said, Amphinomus, turning in his place, saw a ship in the deep harbour, |
| ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι: | and men furling the sail and having oars in their hands. And having laughed out loud sweetly, he spoke among them: |
| 'μή τιν᾽ ἔτ᾽ ἀγγελίην ὀτρύνομεν: οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδ᾽ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι.' | "Let us not send a message anymore: for they are here. Either some god told them this, or they saw his ship sailing by, but were not able to catch the ship." |
| ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. | So he spoke, and having stood up they went to the shore of the sea, and immediately they drew up the black ship swiftly, and proud servants carried away the weapons for them. |
| αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν᾽ ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. | And they went to the assembly together, not allowing anyone else to sit with them, neither young men nor old men. |
| τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός: ‘ὢ πόποι, ὡς τόνδ᾽ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. | And Antinous, son of Eupeithes, spoke: "Tut tut, as such the gods have saved this man from ruin. |
| ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι: ἅμα δ᾽ ἠελίῳ καταδύντι | Spies sat upon the windy peaks every day, one after one: and when the sun set |
| οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν, ἀλλ᾽ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, | We did not sleep on the shore at night, but sailing in our swift ship in the sea we waited for divine dawn, |
| Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν: τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, | to ambush Telemachus, so that we might capture him and kill him: but, meanwhile, a deity led him away to home, |
| ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδ᾽ ἧμας ὑπεκφύγοι: οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. | But let us now devise a wretched death for Telemachus, lest he escape from under us: for I know that while he lives we cannot accomplish our goals. |
| αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν. | For he is wise in counsel and in mind, and the people no longer show us favour at all. |